Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.107
Not analysed yet
Τὸ μὲν γὰρ ἐξ αἰτίου γενέσθαι τι ἢ γεννητὸν ἢ κτιστὸν δέξαιτ' ἂν ῥᾳδίως ὁ λογισμός· τὸ δὲ εἶναί τι ἄτερ αἰτίου οὐδεὶς προσίεται λογισμός, εἰ μή πῃ ἄρα φανείη τῆς πίστεως τὸ ἐχέγγυον. Εἰ δὲ πιστεύομεν εἶναί τι καὶ ἀγέννητον καὶ ἄναρχον καὶ ἀναίτιον, πιστευτέον ἄρα, ὡς ἐκ τούτου νοῦ γε ὄντος ἐγεννήθη ὁ Λόγος, καὶ προῆλθε τὸ Πνεῦμα τὸ ἅγιον.