Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.21
Not analysed yet
Οὐ μόνον ἄρα ἡμεῖς τὸ τῆς οἰήσεως ἐπιπροσθεῖν ὑμῖν εἰρήκαμεν πάθος· πάλαι γὰρ καὶ πρόπαλαι ταύτην ὁ Τίμων τῶν ὑμετέρων φιλοσόφων τὴν κατηγορίαν πεποίηται. Ἄλλο δέ ἐστιν εἰδέναι, καὶ ἄλλο τὸ οἴεσθαι εἰδέναι, μηδὲν ἐπιστάμενον. Πολλῷ γάρ τινι διαφέρουσιν, ὦ φιλότης, ἀλλήλοιν ἀλήθεια καὶ στοχασμὸς ἀληθείας·