Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.22
Not analysed yet
ὁ μὲν γὰρ στοχασμὸς καὶ διαμαρτίας ἔχει πολλάς, ἡ δὲ ἀλήθεια ἐκπαιδεύειν οὐδὲν ἐναντίον ἀνέχεται. Τοιγαροῦν ἄλλως τις ἀληθείας πέρι τεκμαιρόμενος λέγει, καὶ ἄλλως αὐτὴ ἑαυτὴν ἑρμηνεύει· ἐπεὶ καὶ Ἀναξαγόρας ὁ Ἡγησιβούλου ὁ Κλαζομένιος, τῶν πρὸ αὐτοῦ γεγενημένων φιλοσόφων οὐδὲν περαιτέρω τῶν ὁρωμένων νενοηκότων, πρῶτος νοῦν ἔφησεν ἐφεστάναι τῷ κόσμῳ, καὶ τοῦτον εἰς τάξιν ἐκ τῆς ἀταξίας ἀγαγεῖν τὰ στοιχεῖα· καὶ Πυθαγόρας δὲ ὁ Μνησάρχου ἀρχὴν τῶν πάντων ἔφησε τὴν μονάδα· κατὰ δὲ τὸν αὐτὸν χρόνον ἐγενέσθην Ἀναξαγόρας καὶ Πυθαγόρας.