Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.23
Not analysed yet
Ἀλλὰ τὴν Πυθαγόρου μὲν διατριβὴν ἡ γαμετὴ Θεανὼ διεδέξατο καὶ Τηλαύγης καὶ Μνήσαρχος οἱ τούτου παῖδες, Τηλαύγους δὲ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος ἐγένετο φοιτητής, τοῦ δ' Ἀναξαγόρου Ἀρχέλαος, Ἀρχελάου δὲ Σωκράτης ὁ Ἀθηναῖος· καὶ Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ξυνεγενέσθην καὶ τὴν περὶ τοῦ ὄντος ἠρανισάσθην γνῶσιν.