Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.24
Not analysed yet
Χρόνῳ δὲ ὕστερον καὶ ὁ Πλάτων τήνδε τὴν ἀποδημίαν ἐστείλατο· καὶ τοῦτο λέγει μὲν ἐν τοῖς Παραλλήλοις ὁ Πλούταρχος, λέγει δὲ καὶ Ξενοφῶν ὁ Γρύλλου, ἐν οἷς πρὸς τὸν Σωκρατικὸν Αἰσχίνην ἐπέστειλε· γράφει δὲ ὧδε· «Αἰγύπτου γὰρ ἠράσθησαν καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας· ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει διήλεγχεν ἔρως τυραννίδος, καὶ ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα.»