Ancient Greek
2.25 to 2.26
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.25-26
Not analysed yet
Τοιαῦτα περὶ τοῦ Πλάτωνος ὁ Ξενοφῶν ἔγραψεν, ὅτι τῆς Σωκράτους διδασκαλίας ὑπεριδών, τὴν τερατώδη Πυθαγόρου σοφίαν ἐζήλωσε καὶ Διονυσίῳ τῷ Σικελίας τυράννῳ ξυνῆν, Συρακουσίας ἀπολαύων χλιδῆς· ἔφη δὲ αὐτὸν καὶ τῆς Αἰγυπτίων ἐρασθῆναι σοφίας. Οὐκοῦν καὶ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων αἰνίγματά τινα περὶ τοῦ ὄντος παρ' Αἰγυπτίων καὶ Ἑβραίων ξυνέλεξαν· τί δήποτ' οὖν τούτοις μὲν οὐκ ἀκριβῶς τὰ θεῖα μεμαθηκόσι πιστεύετε, παρ'