Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.94
Not analysed yet
Ἐναργέστερον δὲ τοῦτο καταμάθοι τις ἄν, τὴν Ἑλληνικὴν μυθολογίαν τῇ ἀποστολικῇ καὶ προφητικῇ διδασκαλίᾳ παρατιθεὶς καὶ ἐκ παραλλήλου θεώμενος τὸ διάφορον. Σαγχωνιάθων μὲν οὖν ὁ Βηρύτιος τὴν Φοινίκων θεολογίαν ξυνέγραψε· μετήνεγκε δὲ ταύτην εἰς τὴν Ἑλλάδα φωνὴν Φίλων, οὐχ ὁ Ἑβραῖος, ἀλλ' ὁ Βύβλιος, τὸν δὲ Σαγχωνιάθωνα λίαν τεθαύμακεν ὁ Πορφύριος· Μανεθὼς δὲ τὰ περὶ Ἴσιδος καὶ Ὀσίριδος καὶ Ἄπιδος καὶ Σαράπιδος καὶ τῶν ἄλλων θεῶν τῶν Αἰγυπτίων ἐμυθολόγησε·