Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.95
Not analysed yet
Διόδωρος δὲ ὁ Σικελιώτης κοσμογονίαν ξυνέγραψε· τὴν δὲ τοῦ Ἀσκραίου ποιητοῦ Θεογονίαν οἶδε καὶ τὰ μειράκια· ὁ δέ γε Ὀδρύσης Ὀρφεὺς τὰς Αἰγυπτίων τελετὰς τοὺς Ἕλληνας ἐξεπαίδευσε· Κάδμος δὲ τὰς Φοινίκων· Κορνοῦτος δὲ ὁ φιλόσοφος τὴν Ἑλληνικὴν θεολογίαν ξυντέθεικε· Πλούταρχος δὲ καὶ Ἀέτιος τὰς τῶν φιλοσόφων ἐκπαιδεύουσι δόξας· τὸν αὐτὸν δὲ καὶ ὁ Πορφύριος ἀνεδέξατο πόνον, τὸν ἑκάστου βίον ταῖς δόξαις προστεθεικώς.