Ancient Greek
3.8 to 3.9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.8-9
Not analysed yet
Ὁ μὲν οὖν πάνσοφος τῶν ὅλων δημιουργός, ἀνενδεὴς ὢν καὶ οὐδενὸς τὸ παράπαν ἢ ὁρατῶν ἢ ἀοράτων δεόμενος, καὶ οὐρανὸν καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα, ὅσα ἐστὶν αἰσθητά τε καὶ ὁρατά, τῆς τῶν ἀνθρώπων χάριν ἐδημιούργησε χρείας· μᾶλλον δὲ ὑπερέβη τῇ τῆς μεγαλουργίας φιλοτιμίᾳ τὴν χρεῖαν καὶ προσφέρει διὰ τούτων αὐτοῖς παντοδαπῶν ἀπόλαυσιν ἀγαθῶν. Ἥλιος μὲν γὰρ ἀνίσχων καὶ τὴν ἡμέραν ποιῶν πρὸς ἐργασίαν διεγείρει τῶν ἀνθρώπων τὸ γένος· ἡ δὲ σελήνη, τοῦ μείζονος ὑποχωροῦντος φωστῆρος, τῆς νυκτὸς τὸ ζοφῶδες κεράννυσι καὶ οὔτε τοὺς διαναπαύεσθαι βουλομένους ἀλγύνει τῇ τοῦ φωτὸς περιουσίᾳ καὶ τοῖς ὁδοιπορεῖν ἢ δρᾶν ἄλλο τι βουλομένοις χορηγεῖ δᾳδουχίαν ἀρκοῦσαν· καὶ φθινούσης δὲ ταύτης, οἱ ἀστέρες τήνδε πληροῦσι τὴν χρείαν.