Ancient Greek
3.32 to 3.33
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.32-33
Not analysed yet
Οὔκουν τοὺς ἀγαθόν τι δεδρακότας μόνον, ἀλλὰ καὶ τοὺς ἀσελγεστάτους ἄνδρας καὶ γυναῖκας ἐθεοποίησαν Ἕλληνες. Ταῦτα καὶ Ῥωμαῖοι παρὰ τούτων μεμαθηκότες, τοὺς σφετέρους βασιλέας μετὰ τὸ τέρμα τοῦ βίου θεοποιΐας ἠξίουν, καὶ οὐ μόνον τοὺς ἐννόμως γε βεβασιλευκότας καὶ τοῦ δικαίου πεφροντικότας, ἀλλὰ καὶ τοὺς τυραννικῶς τε καὶ ἀδίκως καὶ παρανόμως ἰθύναντας τὴν ἀρχήν. Καὶ γὰρ Νέρωνα, πᾶσαν ἰδέαν ἀκολασίας καὶ παρανομίας κατακόρως μετεληλυθότα, καὶ Δομετιανὸν καὶ Κόμοδον, καὶ μέντοι καὶ ἄλλους μιαιφόνους ἄνδρας καὶ λαγνιστάτους τῷ τῶν σφετέρων θεῶν καταλόγῳ ξυνέταξαν.