Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.34
Not analysed yet
Τοῦτο δεύτερον οἱ ἄνθρωποι θεοποιΐας ἐπενόησαν εἶδος, τρίτον δὲ τοῖς μύθοις πεπιστευκότες τῶν ποιητῶν. Τούτοις δὲ καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ πιστεύειν παρεγγυᾷ· «Περὶ γὰρ τῶν ἄλλων δαιμόνων» φησίν «εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν οὖσι θεῶν, ὡς αὐτοὶ ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν, ἑπομένους τῷ νόμῳ πιστευτέον.»