Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.43
Not analysed yet
Ταύτῃ τοι καὶ ἀλληγορεῖ τῶν θεῶν τὰ ὀνόματα καὶ τὴν τῶν μύθων αἰσχρότητα ξυσκιάζειν πειρᾶται. Τούτων δὲ τῶν λόγων ὁ Κρατύλος ἀνάπλεως· ἐν ἐκείνῳ γὰρ δὴ τῷ διαλόγῳ τὸν μὲν Κρόνον ποτὲ μὲν Κόρον ὡς τοῦ νοῦ λόγον ὠνόμασε, ποτὲ δὲ χρόνον, καὶ ῥοώδη φύσιν τὴν Ῥέαν καὶ ἀέρα τὴν Ἥραν· «Ὁ γὰρ πολλάκις» φησί «τῇ εὐθείᾳ τῆς Ἥρας χρησάμενος τὸν ἀέρα γε σαφῶς ἀντὶ τῆς Ἥρας ἐρεῖ.»