Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.44
Not analysed yet
Καὶ τὴν ὑγρὰν δὲ οὐσίαν Ποσειδῶνα ἐκάλεσεν, ὡς δέοντά τε καὶ δεσμοῦντα τῶν βαδιζόντων τοὺς πόδας καὶ προβαίνειν κωλύοντα. Δήμητρα δὲ τὴν γῆν καὶ αὐτὸς καὶ Ὀρφεὺς καὶ ἄλλοι προσονομάζουσιν, ὡς δὴ μητέρα οὖσαν καὶ τροφὸν τῶν ἐν αὐτῇ διαιτωμένων ἁπάντων. Καὶ Αἰγύπτιοι δὲ τὴν Ἶσιν καὶ τὸν Ὄσιριν ἥλιον εἶναι καὶ σελήνην φασί, Δία δὲ τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, Δήμητρα δὲ τὴν γῆν, τὴν δὲ ὑγρὰν οὐσίαν Ὠκεανόν.