Ancient Greek
3.58 to 3.59
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.58-59
Not analysed yet
Τοὺς δὲ Αἰγυπτίους φησὶν ὁ Πορφύριος ἐν τῇ Πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῇ ἄνθρωπον σέβειν ἐν Ἀνναβὶ κώμῃ καὶ τούτῳ θύειν ἐπὶ τῶν βωμῶν, εἶτα προσφέρειν αὐτῷ κατὰ καιρὸν τὴν οἰκείαν τροφήν. Ἀλλὰ γὰρ οὐδ' ὁ τέταρτος αὐτοῖς ἀπέχρησε πλάνος, ἀλλὰ καὶ πέμπτον προσεπενόησαν καὶ τοὺς παμπονήρους ἐθεοποίησαν δαίμονας καὶ τὰς τῆς γοητείας παρ' αὐτῶν μαγγανείας μεμαθηκότες τελεταῖς αὐτοὺς καὶ θυσίαις ἐτίμησαν. Καὶ τοῦτο δεδήλωκεν ὁ Πορφύριος ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ξυγγράμματι·