Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.75
Not analysed yet
σκώπτει δὲ ὅμως καὶ αὐτὸς τῆς ἀγαλματοποιΐας τὰ πλεῖστα καί φησιν· «Μηδεὶς οὖν ἕτερος ἱερὰ καθιερούτω θεοῖς· χρυσός τε καὶ ἄργυρος ἐν ἄλλαις τε πόλεσιν ἰδίᾳ καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα· ἐλέφας δέ, ἀπολελοιπότος ψυχὴν σώματος, οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα· ξύλινα δέ, ὅ τι ἂν ἐθέλῃ τις, ἀνατιθέτω καὶ ἐκ λίθου πρὸς τὰ κοινὰ ἱερά.»