Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.76
Not analysed yet
Ὅτι δὲ τὸν Ἀθηναίων δεδιὼς δῆμον οὐ παντελῶς ἀπηγόρευσε τῶν ἀγαλμάτων τὴν ποίησιν, αὐτόθεν καταμαθεῖν εὐπετές. Πρῶτον μὲν γὰρ ἰδίᾳ κατασκευάζειν τινὰ θεῶν εἰκόνας ἐκώλυσεν, ἔπειτα δὲ τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὡς ἐπιφθόνους ὕλας καὶ εἰς ἱεροσυλίαν ἐρεθιζούσας, ἐξέβαλε· τὸν ἐλέφαντα δὲ δυσαγῆ προσηγόρευσεν· τὸν δέ γε χαλκὸν καὶ τὸν σίδηρον πολέμῳ προσήκειν ἔφησεν, οὐκ ἀγαλματουργίᾳ θεῶν· ἐκ ξύλων δὲ μόνον καὶ λίθων προσέταξε διαγλύφεσθαι, εἰδὼς οἶμαι τὴν ὕλην εὐκαταφρόνητον καὶ πεῖσαι ἱκανὴν τοὺς ὁρῶντας μὴ θείαν νομίζειν μηδὲ σέβειν τὰ εὐτελῆ τε καὶ εὔωνα.