Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.77
Not analysed yet
Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου τὴν αὐτὴν κατηγορίαν τῶν ταῦτα καὶ ποιούντων καὶ προσκυνούντων πεποίηται· «Ξύλον γάρ» φησιν «ἄσηπτον ἐκλέγεται τέκτων· καὶ σοφὸς ζητεῖ, πῶς στήσει αὐτῷ εἰκόνα, καὶ ἵνα μὴ σαλεύηται.» Οὐ γὰρ μόνον τῆς ὕλης ἀφαιρεῖται τὰ περιττὰ καὶ τῆς ἀνθρωπείας μορφῆς ἐκτυποῖ τὴν εἰκόνα καὶ τῶν μορίων εὖ μάλα ἕκαστον διαγλύφει, ἀλλὰ καὶ τῆς ἕδρας καὶ τῆς στάσεως ὅτι μάλιστα προμηθεῖται καὶ ὑπερείσμασί τισι καὶ ἥλοις τὴν στάσιν αὐτῷ πραγματεύεται, καὶ τὸ ἐξ ὕλης καὶ τέχνης ἐρανισθὲν θεὸς ὀνομάζεται. «