Ancient Greek
3.78 to 3.79
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.78-79
Not analysed yet
Οὗ τὸ ἥμισυ αὐτοῦ» φησι «κατέκαυσεν ἐν πυρί, καὶ ὀπτήσας κρέας ἔφαγε καὶ εἶπεν· ἡδύ μοι, ὅτι ἐθερμάνθην καὶ εἶδον φῶς· τὸ δὲ ἥμισυ αὐτοῦ ἐποίησε γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται, λέγων· ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ.» Οὕτω σαφῶς αὐτῶν κωμῳδήσας τὴν ἄνοιαν, ἐπήγαγεν· «Γνῶτε, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ αὐτοὶ πλανῶνται.» Ἐγὼ δέ γε τῶν νῦν ἑλληνιζόντων ἐκπλήττομαι τὴν ἀναίδειαν. Αἰσχυνόμενοι γὰρ σωφρονοῦσαν τὴν οἰκουμένην καὶ τῆς προτέρας πλάνης ἀπηλλαγμένην, μύθους εἶναι ψευδεῖς λέγουσι τὰ παρὰ τῶν ποιητῶν περὶ τῶν θεῶν εἰρημένα καὶ οὐκ ἐρυθριῶσιν, ὑφ' ὧν δρῶσι, κατηγορούμενοι. Τὰ γὰρ δὴ κατὰ τοὺς μύθους κατεσκευασμένα ξόανα προσκυνοῦσι· πάσης μὲν γὰρ ἑταίρας ἐπὶ τέγους ἑστώσης ἀναιδέστερον τῆς Ἀφροδίτης τὸ σχῆμα.