Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.80
Not analysed yet
Τίς γάρ τοι χαμαιτύπην γυμνὴν ἐπ' ἀγορᾶς ἄτερ χιτῶνος καὶ διαζώματος ἑστῶσαν ἐθεάσατο πώποτε; ἀλλὰ τὴν τούτων διδάσκαλον γυμνὴν καὶ οἱ ἀνδριαντοποιοὶ καὶ οἱ ἀγαλματογλύφοι κατασκευάζουσι καὶ οὐδὲ τῷ χιτωνίσκῳ καλύπτουσιν. Καὶ τὴν Εὐρώπην δὲ ἐπὶ τοῦ ταύρου καθημένην καὶ οἱ ζωγράφοι γράφουσι, καὶ οἱ χαλκοτύποι διαπλάττουσι, καὶ διαγλύφουσιν οἱ τῶν ἀγαλμάτων δημιουργοί· καὶ μέντοι καὶ ὁ Διόνυσος λυσιμελής τις καὶ γύννις ὑπὸ τούτων κατασκευάζεται·