Ancient Greek
3.81 to 3.83
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.81-83
Not analysed yet
καὶ τὸν Πάνα δὲ καὶ τοὺς Σατύρους ἵπποις καὶ ὄνοις παραπλησίως ὀχείας ὀριγνωμένους καὶ θορνυμένους δημιουργοῦσιν· οὕτω καὶ τὸν Δία ἐν ἀετοῦ σχήματι κατὰ τοῦ Γανυμήδους λυττῶντα καὶ τῇ Λήδᾳ ἐν εἴδει κύκνου μιγνύμενον, καὶ μέντοι καὶ εἰς τὸν Δανάης κόλπον χρυσοῦ δίκην φερόμενον· καὶ τἄλλα δὲ ὡσαύτως κατὰ τὰς τῶν ποιητῶν ὑφηγήσεις διαμορφοῦσιν οἱ τῶν ἀγαλμάτων δημιουργοί. Εἰ τοίνυν ψευδεῖς μύθους φατὲ διαπλάσαι τοὺς ποιητάς, τί δήποτε τῶν ἀνδριαντοποιῶν καὶ ἀγαλματογλύφων καὶ ζωγράφων ἀνέχεσθε, κρατυνόντων τῇ τέχνῃ τὸ ψεῦδος; ἀνθ' ὅτου δὲ τοσοῦτο σέβας προσνέμετε τοῖς ὑπὸ τούτων τεκταινομένοις ἀγάλμασιν; Ἔδει γάρ, εἴπερ ἀληθῆ ἄρα κατηγορεῖτε τῶν ποιητῶν, τὰ μὲν ἐκείνων ἐμπρῆσαι ποιήματα, νόμῳ δὲ τοὺς τεχνίτας κωλῦσαι καὶ προσαπειλῆσαί γε θάνατον, ὥστε μηδένα ποτὲ μηδαμῇ τοιαύτας κατασκευάζειν εἰκόνας, τὸν δὲ παρὰ τὸν νόμον τι δρῶντα ζημιοῦσθαι θανάτῳ. Ἐχρῆν δὲ καὶ τὰ ἐφ' ὕβρει καὶ κωμῳδίᾳ τῶν καλουμένων θεῶν τεκταινόμενα ξυντρίβειν καὶ διαφθείρειν καὶ πείθειν ἅπαντας, ὡς ψευδῆ τὰ