Ancient Greek
4.Section t to 4.1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.Section t-1
Not analysed yet
ΠΕΡΙ ΥΛΗΣ ΚΑΙ ΚΟΣΜΟΥ. Δημόκριτον τὸν Δαμασίππου τὸν Ἀβδηρίτην φασὶ παραπλησίαν εἶναι τῇ φύσει λέγειν τὴν ἀρίστην διδασκαλίαν· μεταμορφοῦν γὰρ δὴ ταύτην καὶ μεταρυθμίζειν πρὸς τὸ βέλτιον τὴν ψυχὴν καὶ τοὺς παλαιοὺς ἀνανεοῦσθαι χαρακτῆρας, οὓς ἐξ ἀρχῆς ἡ φύσις ἐνέθηκεν.