Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.24
Not analysed yet
Καὶ τί δεῖ λέγειν, ὅσα ἐκεῖνοι σχημάτων πέρι καὶ ἐκλείψεων καὶ διαστημάτων μυθολογοῦσιν; οὐ γὰρ μόνον ὅσον ἀλλήλων διεστήκασι, λέγουσιν, ἀλλὰ καὶ ὅσον τῆς γῆς ἀφεστήκασι· καὶ τετρακοσίας ἀριθμοῦσι καὶ μέντοι καὶ πλείους σταδίων μυριάδας, τὰς μὲν ἀπὸ γῆς μέχρι σελήνης, τὰς δὲ ἐκεῖθεν μέχρις ἡλίου· καὶ οὐκ αἰσχύνονται τῆς μὲν θαλάττης ἀγνοοῦντες τὸ βάθος, ἔνθα καὶ ὁρμιὰν καθεῖναι δύνανται καὶ ἱμονιάν, τὸ δὲ τοῦ ἀέρος καὶ τοῦ αἰθέρος μέτρον σαφῶς εἰδέναι φιλοτιμούμενοι καὶ οὐδὲ τὸ ἀκερδὲς τοῦ πράγματος ἐνθυμούμενοι οὐδὲ τῆς Αἰσχύλου παραινέσεως ἐπαΐοντες· τὰ μηδὲν ὠφελοῦντα μὴ ζήτει μάτην.