Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.46
Not analysed yet
Ταῦτα γάρ ἐστιν ἅπερ ἐν τοῖς περὶ τῆς κτίσεως λόγοις τῷ φιλοσόφῳ μεμφόμεθα· ξυνυπάρχειν γὰρ τῷ Θεῷ τὴν ὕλην καὶ οὗτος ἔφησε, καθὰ καὶ Πυθαγόρας καὶ Ἀριστοτέλης καὶ οἱ τῆς Ποικίλης ἐπώνυμοι. Καὶ τὴν ὕλην δὲ ἔστιν ὅτε πονηρὰν ὀνομάζει. Ἀκούομεν γὰρ αὐτοῦ περὶ τοῦ κόσμου λέγοντος· «Παρὰ μὲν τοῦ ξυνθέντος πάντα καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.»