Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.47
Not analysed yet
Προστέθεικε δὲ καὶ ταῦτα· «Τούτων δὲ αὐτῶν τὸ σωματοειδὲς αἴτιον, τὸ τῆς πάλαι φύσεως ξύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας, πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι.» Τούτοις νεμεσᾶν πάντα οἶμαι ἄνθρωπον, ὑγιᾶ γε τὸν νοῦν ἔχοντα. Διαβάλλει γὰρ ἄντικρυς τῆς ὕλης τὴν φύσιν· καὶ οὕτως αὐτῆς ἰσχυρὰν ἄγαν καὶ ἀήττητον λέγει τὴν κάκην, ὡς μηδὲ τὸν ποιητὴν δυνηθῆναι ταύτην ἐπὶ τὸ κρεῖττον μεταβαλεῖν. Διέμεινε γὰρ τῇ καχεξίᾳ χρωμένη· καὶ παρὰ τοῦ Θεοῦ δεξαμένη τὸ εἶδος, τὴν προτέραν οὐκ ἐξέβαλε πονηρίαν. Οὗ δὴ χάριν οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν οὐρανῷ τὰ χαλεπὰ καὶ ἄδικα δρᾷ καὶ τοῖς ζῴοις ἐναπεργάζεται.