Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.48
Not analysed yet
Ταῦτα τῶν ἤδη πρόσθεν εἰρημένων ἀνάξια καὶ τῆς ὑψηγορίας ἐκείνης καὶ θεολογίας ἀλλότρια καὶ τῶν χαμαιπετῶν τε καὶ περιγείων ἔκγονα λογισμῶν. Τὸ γὰρ δὴ φάναι κἀν τῷ οὐρανῷ διαμεῖναι τὴν ἀταξίαν, ὡς χαλεπά τινα καὶ ἐν αὐτῷ τολμᾶσθαι καὶ ἄδικα, τοπάζειν παρασκευάζει τὴν μὲν ὕλην ἰσχυροτάτην, ἀσθενῆ δὲ εἶναι τὸν ποιητήν. Καίτοι φησὶν αὐτὸν τὸν οὐρανὸν πρὸς τὸ νοητὸν δημιουργῆσαι παράδειγμα.