Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.49
Not analysed yet
Λέγει δὲ οὕτως ἐν τῷ Τιμαίῳ· «Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν εἰρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους ἦν λέγειν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται.» Παράδειγμα δὲ οἶμαι λέγειν αὐτὸν ἢ τὸν Θεὸν ὡς ἕνα, ἢ τὴν ἰδέαν, ἣν ἔννοιαν εἶναι τοῦ Θεοῦ λέγει, ἢ τὸν νοητὸν οὐρανόν, ὃν ὑπέρτερον εἶναι τούτου ἡ θεία λέγει γραφή. Εἴτε δὲ τοῦτο εἴτε ἐκεῖνο λέγει παράδειγμα, ἥκιστά γε ἁρμόττει τῷ οὐρανῷ τῶν χαλεπῶν καὶ ἀδίκων ἡ πρᾶξις.