Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.50
Not analysed yet
Ἀλλὰ τῶν μὲν καλουμένων φιλοσόφων τοσαύτην ἔχει διαμάχην τὰ δόγματα· ὥρα δὲ λοιπὸν ἐπιδεῖξαι τῆς θείας γραφῆς τὴν εὐγένειαν καὶ τὴν τῆς κοσμογενείας ἀλήθειαν. Τοὺς μὲν γὰρ περὶ τῆς ὕλης μύθους εἰς τὸ Ἡσιόδου ἀπέρριψε Χάος· δημιουργῆσαι δὲ τὰ ξύμπαντα ἔφησε τὸν Θεόν, οὐ καθάπερ οἰκοδόμοι καὶ ναυπηγοὶ καὶ χαλκοτύποι καὶ χρυσοχόοι, καὶ μέντοι καὶ ὑφάνται καὶ σκυτοτόμοι καὶ οἱ ἄλλοι τεχνῖται τὰς ὕλας ἐρανιζόμενοι ταύτας εἰδοποιοῦσί τε καὶ διαγλύφουσι, καὶ τὰ ὄργανα παρ' ἀλλήλων ἀντιλαμβάνοντες, ἀλλ' ἅμα βουληθῆναί τε καὶ τὰ μηδαμῇ μηδαμῶς ὄντα παραγαγεῖν. Ἀπροσδεὴς γὰρ ὁ τῶν ὅλων Θεός· αἱ δὲ ἀνθρώπιναι τέχναι ἀλλήλων προσδέονται.