Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.51
Not analysed yet
Δεῖται μὲν γὰρ ὁ κυβερνήτης τοῦ ναυπηγοῦ, δεῖται δὲ ὁ ναυπηγὸς καὶ ὑλοτόμου καὶ χαλκέως καὶ πιττουργοῦ καὶ στυππειοποιοῦ, δεῖται δέ γε καὶ ὁ δρυτόμος τοῦ φυτουργοῦ, καὶ αὖ πάλιν ὁ φυτουργὸς καὶ γῆς καὶ ἀρδείας καὶ φυτῶν καὶ σπερμάτων καὶ χαλκέως ἐργαζομένου σμινύην καὶ δίκελλαν, δεῖται δέ που καὶ ὁ χαλκεὺς οἰκοδόμου καὶ οἰκίσκον οἰκοδομοῦντος καὶ ξυναρμόζοντος τῷ ξύλῳ τὸν ἄκμονα καὶ ἐνείροντος τῷ ῥαιστῆρι τὸν στελεόν, καὶ πάντες δὲ ὁμοίως καὶ σκυτοτόμου καὶ ὑφάντου καὶ γηπόνου προσδέονται, ἵνα τὸ σῶμα καὶ τρέφωσι καὶ καλύπτωσι, κἀκεῖνοι δ' αὖ πάλιν τῆς τούτου γε ἐξήρτηνται τέχνης, ἵν' ἑκάστῳ τὰ ὄργανα παράσχῃ τὰ πρόσφορα.