Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.52
Not analysed yet
Ὁ δὲ τοῦ παντὸς ποιητὴς οὔτε ὀργάνων οὔτε ὕλης δεδέηται· ἀλλ' ὅπερ ἐστὶ τοῖς ἄλλοις τεχνίταις καὶ ὕλη καὶ ὄργανα, καὶ μέντοι καὶ χρόνος καὶ πόνος καὶ ἐπιστήμη καὶ ἐπιμέλεια, τοῦτο τῷ Θεῷ τῶν ὅλων ἡ βούλησις· «Πάντα γάρ, ὅσα ἠθέλησεν, ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις», ᾗ φασιν οἱ ἱεροὶ λόγοι.