Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.53
Not analysed yet
Ἠθέλησε δὲ οὐχ ὅσα ἠδύνατο, ἀλλ' ὅσαπερ ἀρκεῖν ἐδοκίμασεν. Ῥᾴδιον μὲν γὰρ ἦν αὐτῷ καὶ μυρίους καὶ δισμυρίους δημιουργῆσαι κόσμους, εἴπερ δὴ ἄρα τὸ βουληθῆναι ῥᾷστον ἁπάντων τῶν ποιητέων ἐστίν. Καὶ γὰρ ἡμῖν τὸ βουληθῆναι πάντων ἐστὶν εὐμαρέστατον, ἀλλ' οὐ ξυμπαρομαρτεῖ τῇ γε ἡμετέρᾳ βουλήσει ἡ δύναμις· τῷ δὲ Θεῷ τῶν ὅλων ὅσα βουλητὰ δυνατά· τῇ βουλήσει γὰρ ἡ δύναμις ἥνωται· ἀλλ' ὅμως οὐ τῇ δυνάμει τὴν κτίσιν ἐμέτρησεν, ἀλλ' ὅσαπερ ἠθέλησεν ἐδημιούργησεν.