Ancient Greek
4.54 to 4.55
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.54-55
Not analysed yet
Καὶ ἐπειδὴ τῶν γεγονότων τὰ μέν ἐστιν αἰσθητά, τὰ δὲ νοητά, καὶ τὰ μὲν ἐπίγεια, τὰ δὲ ὑπερουράνια, ἀναγκαίως καὶ ζῷα πεποίηκε τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά· καὶ τοῖς μὲν νοητοῖς τὸν αἰθέρα καὶ τὸν οὐρανὸν ἀπεκλήρωσε, τοῖς δὲ αἰσθητοῖς τὴν γῆν δέδωκε καὶ τὴν θάλατταν ἐνδιαίτημα. Ἐπειδὴ δὲ τῶν νοητῶν τινες εἰς κακίαν ἀπέκλιναν, ἐξηλάθησαν εἰκότως τῶν οὐρανίων χώρων, καὶ τὴν ἐν τῷ ἀέρι καὶ τῇ γῇ διατριβὴν αὐτοῖς ἀπεκλήρωσεν, οὐχ ἵνα ἐπιτελῶσιν, ὅσαπερ ἂν τοῖς ἀνθρώποις ἐπιβουλεύειν ἐπιχειρῶσιν—ἐπέχει γὰρ δήπου τοῦτο ποιεῖν ἡ τῶν ἀγγέλων φρουρά—, ἀλλ' ἵνα τῇ μεταστάσει μάθωσιν, ἡλίκων πρόξενος ἡ πονηρία κακῶν.