Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.56
Not analysed yet
Ἐπειδὴ δὲ διχῇ τὰ αἰσθητὰ διέκρινε γένη καὶ τὰ μὲν λογικὰ πεποίηκε, τὰ δὲ ἄλογα, ὑπέταξε τῷ λογικῷ ζῴῳ τῶν ἀλόγων τὴν φύσιν. Τυραννεῖ δὲ ὅμως τινὰ τούτων καὶ στασιάζει πρὸς τὴν ἀρχὴν καὶ ἐπιβουλεύειν πειρᾶται· ἐπειδὴ δὲ καὶ οἱ τούτων ἄρχοντες ταὐτὸ τοῦτο δρῶσι, καὶ λόγῳ τιμηθέντες κατὰ τοῦ πεποιηκότος λυττῶσι, διὰ δὴ τοῦτο καὶ αὐτοὶ στασιάζονται, ὅπως δι' ὧν πάσχουσι μάθωσιν, ὡς σχέτλιον καὶ παμπόνηρον τὸ παραβαίνειν τὴν τάξιν καὶ τοὺς κειμένους ὅρους ἀδεῶς ὑπερβαίνειν.