Ancient Greek
5.Section t to 5.1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.Section t-1
Not analysed yet
ΠΕΡΙ ΦΥΣΕΩΣ ΑΝΘΡΩΠΟΥ. Ἔστι τις λίθου φύσις, ἣν μαγνῆτιν ὀνομάζουσιν, ἣ πᾶσαν ἐῶσα τὴν ἄλλην ὕλην ἀκίνητον, τὸν σίδηρον ἐφέλκεται μόνον· ἔστι δὲ ὅτε καὶ δείκνυσιν αἰωρούμενον, οὔτε κάτωθεν ὑπό τινος ἐρειδόμενον οὔτε ἄνωθεν φαινομένῳ τῳ ξυνδεδεμένον, ἀφανῶς δὲ τῆς ὑπερκειμένης ἐκείνης ἢ ὑπερφαινομένης ἐνεργείας ἐξηρτημένον.