Ancient Greek
5.26 to 5.27
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.26-27
Not analysed yet
Νουμήνιος δὲ ὁ Πυθαγόρειος πρὸς τούτους ἀποτεινόμενος ἔφη· «Τὴν δὲ ψυχὴν γενητήν τε καὶ φθαρτὴν λέγουσιν, οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ' ἐπιμένειν τινὰς χρόνους καθ' ἑαυτήν, τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποιούς τινας χρόνους.» Καὶ ὁ Λογγῖνος δὲ αὐτῶν ἄντικρυς κατηγορεῖ, ὧδε γράψας· «Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειεν ἄν τις δικαίως, οὕτω σφόδρα ὑβριστικῶς περὶ τῆς ψυχῆς διαλεχθεῖσιν. Ἄμφω γὰρ τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν ἔφασαν.»