Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.75
Not analysed yet
Καὶ ταῦτα λέγω οὐ τὴν Ἑλλάδα σμικρύνων φωνήν, ἧς ἁμηγέπη μετέλαχον, οὐδὲ ἐναντία γε αὐτῇ ἐκτίνων τροφεῖα, ἀλλὰ τῶν ἐπὶ ταύτῃ μεγαλαυχουμένων ξυστέλλων τὴν γνάθον καὶ τὴν ὀφρὺν καταστέλλων καὶ διδάσκων μὴ κωμῳδεῖν γλῶτταν τῇ ἀληθείᾳ λαμπρυνομένην μηδέ γε βρενθύεσθαι ἐπὶ λόγοις κομμωτικῇ τέχνῃ πεποικιλμένοις, τῆς δὲ ἀληθείας γεγυμνωμένοις, ἀλλὰ θαυμάζειν τοὺς τῆς ἀληθείας ὑποφήτας, κομμοῦν μὲν καὶ δαιδάλλειν εὐεπείᾳ τοὺς λόγους οὐ διδαχθέντας, γυμνὸν δὲ δεικνύντας τῆς ἀληθείας τὸ κάλλος καὶ τῶν ἀλλοτρίων καὶ ἐπεισάκτων ἀνθέων ἥκιστα δεηθέντας.