Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.76
Not analysed yet
Παράθετε τοίνυν, ὦ φίλοι ἄνδρες, τῷ ὕθλῳ τῶν φιλοσόφων τὴν ἁπλῆν τῶν ἁλιέων διδασκαλίαν, καὶ ἀθρήσατε τὸ διάφορον· καὶ τὰς πολλὰς τῶν ὑμετέρων βίβλων ἀριθμήσαντες μυριάδας, τὴν τῶν λόγων ἀσθένειαν καταμάθετε. Οὐδεὶς γὰρ οὔτε τοῖς ποιητικοῖς μύθοις οὔτε ταῖς τῶν φιλοσόφων ἠκολούθησε δόξαις· τῶν δὲ θείων λογίων καὶ τὴν ξυντομίαν θαυμάσατε καὶ τὴν δύναμιν ἀνυμνήσατε καὶ μάθετε θείων δογμάτων ἀλήθειαν, σώματος θείαν διάπλασιν, ψυχῆς φύσιν ἀθάνατον καὶ τὸ ταύτης λογικὸν ἡγούμενον τῶν παθῶν καὶ τὰ πάθη ἀναγκαῖα τῇ φύσει καὶ χρήσιμα.