Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.77
Not analysed yet
Ἥ τε γὰρ ἐπιθυμία προυργιαιτάτη, καὶ ὁ θυμὸς ὡσαύτως, ὁ ταύτης ἀντίπαλος. Δι' ἐκείνην μὲν γὰρ καὶ τῶν θείων ὀριγνώμεθα καὶ τῶν ὁρωμένων ὑπερορῶντες τὰ νοητὰ φανταζόμεθα καὶ ἐπὶ γῆς βαδίζοντες τὸν ἐν οὐρανοῖς δεσπότην ἰδεῖν ἱμειρόμεθα καὶ ἀρετῆς ἐφιέμεθα, καὶ μέντοι καὶ διαζῶμεν καὶ ἐδωδῆς μεταλαγχάνομεν καὶ ποτῶν, καὶ πρὸς τούτοις αὔξεται διὰ τῆς ἐννόμου παιδοποιΐας τὸ γένος.