Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.78
Not analysed yet
Ὁ δέ γε θυμὸς ξυνεργὸς ἐδόθη τῷ λογισμῷ, ἵνα τῆς ἐπιθυμίας κωλύῃ τὴν ἀμετρίαν. Ἐπειδὴ γὰρ καὶ πέρα τῶν κειμένων ὅρων ᾄττειν ἐπιχειρεῖ, ξυνέζευξεν αὐτῇ οἷόν τινα πῶλον τὸν θυμὸν ὁ ποιητὴς ἀνθέλκοντα, ὅταν γε ἐκείνη πέρα τῆς χρείας προβαίνειν βιάζηται. Καὶ καθάπερ ἀντίπαλον μὲν τῷ ψυχρῷ τὸ θερμόν, κεραννύμενα δὲ ἀλλήλοις κρᾶσιν ἀρίστην ἐργάζεται, οὕτως ἡ ἐπιθυμία καὶ ὁ θυμός, ἀλλήλοις κεραννύμενα καὶ ὑπ' ἀλλήλων κολαζόμενα, τῆς ἀρετῆς