Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.79
Not analysed yet
τὴν ἀρίστην ἀπεργάζεται κρᾶσιν. Ἔχει δὲ τῶν δρωμένων τὸ κράτος ὁ λογισμός, ὥστε καὶ ταύτην ἐπέχειν καὶ τοῦτον αὖ νύττειν, ἢ τοῦτόν γε ἄγχειν καὶ διεγείρειν ἐκείνην. Καὶ γὰρ ἡ ἐπιθυμία τοῦ θυμοῦ παύει τὴν ἀμετρίαν, καὶ ὁ θυμὸς αὖ πάλιν κολάζει τῆς ἐπιθυμίας τὴν ἀπληστίαν. Ταῦτα μὲν οὖν ἀποτελεῖται, τοῦ λογισμοῦ τὰς ἡνίας ἐπιστημόνως κατέχοντος· ἢν δὲ οὗτος, ἢ τῷ χαλαρῷ καὶ λείῳ τῆς ἐπιθυμίας καταθελχθεὶς ἢ τῷ θυμῷ ᾄττοντι παρὰ καιρὸν ξυνεξορμήσας, χαυνοτέρας ἢ προσῆκε τὰς ἡνίας ἐάσῃ, οἱ μὲν ἀτάκτως καθάπερ ἵπποι θέουσιν ἐνδακόντες τὸν χαλινόν, ὁ δὲ συρόμενος φέρεται, καταγέλαστός τε καὶ ἐπονείδιστος τοῖς ὁρῶσι γινόμενος.