Ancient Greek
7.11 to 7.13
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.11-13
Not analysed yet
Ἐν δὲ ταύταις ταῖς ὁμηγύρεσι πᾶν εἶδος ἀκολασίας ἀδεῶς ἐτολμᾶτο. Καὶ γὰρ αἱ τελεταὶ καὶ τὰ ὄργια τὰ τούτων εἶχεν αἰνίγματα, τὸν κτένα μὲν ἡ Ἐλευσίς, ἡ Φαλλαγωγία δὲ τὸν φαλλόν. Ἀτὰρ δὴ καὶ δίχα τῶν αἰνιγμάτων τὰ παρὰ τῶν ὀργιαστῶν δρώμενα εἰς πᾶν εἶδος ἀσελγείας τοὺς ὁρῶντας ἠρέθιζεν. Τίς γὰρ τῶν ἄγαν λαγνιστάτων ἔνδον ἐν τῷ θαλάμῳ τετόλμηκε τοιαῦτα, ὁποῖα τῶν Σατύρων ὁ χορὸς ἠσέλγησε δημοσίᾳ πομπεύων, ἔχων ἐν μέσῳ τὸν Σιληνὸν καὶ τὸν Πάνα, τὸν μὲν ἐπιλυττῶντα ταῖς Βάκχαις, τὸν δὲ λελυμένον ὑπὸ τῆς μέθης, τὸν τοῦ θηλυδρίου παιδὸς παιδαγωγὸν καλούμενον; τούτοις ἑκατόμβας καὶ χιλιόμβας κατέθυον καὶ ποίμνια κατέσφαζον καὶ βουκόλια καὶ λιβανωτὸν προσέφερον καὶ οἶνον ἔσπενδον ὅτι μάλιστα πλεῖστον καὶ ἕτερα ἄττα, ἅπερ οἱ τούτων ἱεροφάνται προσέταττον.