Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.27
Not analysed yet
Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ταῦτα μόνον τὸν Δαυὶδ γεγραφέναι, ἀκούσατε, ὦ ἄνδρες, ὁποῖα καὶ διὰ τῆς τοῦ Ἡσαΐου φωνῆς αὐτὸς πάλιν εἴρηκεν ὁ Θεός· αὐτοῦ γὰρ δὴ ταῦτα τὰ ῥήματα· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμί· ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Ἄντικρυς δὲ διὰ τούτων δεδήλωκεν,