Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.28
Not analysed yet
ὡς οὐκ ἀναγκαίως ταῦτα νενομοθέτηκεν, ἀλλὰ τῇ ἐκείνων ξυγκατιὼν ἀσθενείᾳ. Τοῦτο γὰρ σημαίνει τὸ «Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Εἶτα ἐπήγαγεν· «Πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε· ἐὰν γὰρ προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς πλησμονήν.»