Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.29
Not analysed yet
Ἀτεχνῶς δὲ ταῦτα τῇ δαυιτικῇ ἔοικε μελῳδίᾳ. Κἀνταῦθα γὰρ παραπλησίως οὐ μόνον τοὺς ταύρους καὶ τοὺς τράγους καὶ τοὺς ἄρνας ἐξέβαλεν, ἀλλὰ καὶ τὴν σεμίδαλιν καὶ τῶν ἀρωμάτων τὴν εὐοσμίαν καὶ τῶν μεγάλων πανηγύρεων τὸν κατάλογον. Ὥσπερ δὲ διὰ τοῦ Δαυὶδ ἀπαγορεύσας τὰς τοιαύτας ἱερουργίας τὴν τῆς αἰνέσεως θυσίαν προσφέρειν ἐκέλευσεν, οὕτω κἀνταῦθα τούτων ἕκαστον ἐκβαλών, τὸ τῆς ἀφθαρσίας αὐτοῖς καὶ παλιγγενεσίας ἐπιδείκνυσι βάπτισμα καί φησιν· «Λούσασθε,