Ancient Greek
7.30 to 7.32
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.30-32
Not analysed yet
καθαροὶ γένεσθε.» Καὶ ἵνα μὴ νομίσωσι προστεταχέναι αὐτὸν τοῖς περιρραντηρίοις τοῖς ξυνήθεσι χρήσασθαι, ἀναγκαίως προστέθεικεν· «Ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου.» Τοῦτο δὲ σαφῶς τὴν τοῦ παναγίου βαπτίσματος αἰνίττεται δωρεάν. Κἀν τῷ μέσῳ δὲ τῆς προφητείας πάλιν ὁ τοῦ προφήτου Θεὸς διὰ τοῦ προφήτου φησίν· «Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ; οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ' ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.» Οὕτω πάλιν δείξας ἀνόνητα τῆς νομικῆς ἱερουργίας τὰ εἴδη, ὑπισχνεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἣν διὰ τοῦ παναγίου βαπτίσματος ἐδωρήσατο· «Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου οὐ μὴ μνησθήσομαι.» Οὐ γὰρ δὴ δι' ἔργων ἀξιεπαίνων, ἀλλὰ διὰ μόνης πίστεως τῶν μυστικῶν τετυχήκαμεν ἀγαθῶν.