Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.33
Not analysed yet
Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος κέκραγεν· «Χάριτί ἐστε σεσῳσμένοι· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται.» Τοῦτο κἀνταῦθα δηλῶν, τὸ «ἕνεκεν ἐμοῦ» τέθεικεν. Ταῦτα καὶ διὰ Ἱερεμίου διαμαρτύρεται λέγων· «Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα. Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν οὐδὲ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ἐν ᾗ ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας.»