Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.34
Not analysed yet
Ἃ γὰρ δὴ περὶ τούτων ἐν τῷ νόμῳ προσετετάχει, τῆς ἐκείνων ἦν ἀναισθησίας, οὐ τῆς αὐτοῦ χρείας τε καὶ βουλήσεως. Ταῦτα καὶ ἑτέρωθι λέγει· «Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.» Καὶ αὖ πάλιν βοᾷ· «Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι.» Καὶ ἄλλα δὲ πάμπολλα τοιαῦτα ἔστιν εὑρεῖν,