Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.46
Not analysed yet
Ἐκείνας τραγῳδῶν τὰς μιαιφονίας Σοφοκλῆς ὁ Ἀθηναῖος ἄριστα μὲν ἐθεολόγησεν, ἄγαν δὲ σοφῶς ἐκωμῴδησε τὰ τῶν δαιμόνων ἀγάλματα καὶ τῶν θυσιῶν τὰς παρανόμους σφαγάς· λέγει δὲ οὕτως· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχήν, θεῶν ἀγάλματ' ἐκ λίθων ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.