Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.47
Not analysed yet
Τοιγάρτοι οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ οἱ ὑμέτεροι ποιηταὶ καὶ ξυγγραφεῖς καὶ φιλόσοφοι ταῦτα γελῶσιν, ἃ θεῖα νομίζετε. Ἐγὼ δὲ οἶμαι καὶ Σωκράτην τὸν Σωφρονίσκου τὸν ἀλεκτρυόνα θῦσαι κελεύειν, ἵνα τὴν κατ' αὐτοῦ γεγενημένην διελέγξῃ γραφήν· ἐγραψάτην γὰρ αὐτὸν Ἄνυτός τε καὶ Μέλητος, ὡς εἶναι θεοὺς οὐ νομίζοντα. Ὅτι γὰρ ἀνενδεὲς τὸ θεῖον ἠπίστατο, σαφῶς ἐν ἑτέροις δεδήλωκεν.