Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.9
Not analysed yet
Ἀλλ' ὅμως ταῦτα καὶ τὰ τοιαῦτα διηγούμενα τῶν ἀποστόλων τὰ ξυγγράμματα ἔπεισεν ἅπαντας ἀνθρώπους, ὅτι υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς προαιώνιος καὶ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς ὁ τὴν ἀνθρωπείαν ὑποδὺς φύσιν καὶ διὰ ταύτης τὴν τῶν ἀνθρώπων πραγματευσάμενος σωτηρίαν. Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα.