Ancient Greek
8.43 to 8.45
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.43-45
Not analysed yet
Ἵνα δὲ μή τις τούτων ἀκούσας καὶ τῆς θείας ἐκείνης διαγωγῆς ἐρασθείς, εὐαγὲς ὑπολάβοι τὸ βίᾳ τινὶ καὶ ἀνάγκῃ ἑαυτὸν ἐντεῦθεν ἐξαγαγεῖν, ἀναγκαίως ἐπήγαγεν· «Οὐ δεῖ δ' ἑαυτὸν ἐκ ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν» καὶ ξυνελόντι εἰπεῖν κακὴν λογίζεσθαι τὴν ὕλην. Λέγει δὲ καί, ὡς αὐτὴ καθ' ἑαυτὴν ἡ ψυχὴ γενομένη δύναται τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγωγῆς εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην, ἄλλου βίου ἀϊδίου ἀρχὴν λαμβάνουσαν. Καὶ αὖθις ἐν τῷ αὐτῷ διαλόγῳ φησίν· «μετ' ἀγαθῆς μὲν ἐλπίδος» τὰς καλὰς ψυχὰς ἐνθένδε ἀπιέναι· οἱ πονηροὶ δὲ ζῶσί, φησί, «μετὰ κακῆς ἐλπίδος.» Οὗτος καὶ τὴν φιλοσοφίαν θανάτου μελέτην ἐκάλεσε· «Κινδυνεύουσι γάρ» φησιν «ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν καὶ τεθνάναι.»